[ ]
Pamph. — Attaleia (Antalya) — 2nd c. AD — ASAA 3 (1916-20) 10, 1
1 | ὁ δῆμος ἐτείμησε[ν] |
Καικιλίαν Τέρτυλ[λαν] | |
ἱερασαμένην Ἰου[λίας] | |
Σεβαστῆς καὶ θεᾶ[ς] | |
5 | ἀρχηγέτιδος Ῥώμ[ης] |
καὶ γυμνασιαρχήσα[σαν] | |
γεραιῶν καὶ νέων καὶ π[αί]- | |
δων, μητέρα Μάρκου | |
Καλπουρνίου Ῥούφο[υ] | |
10 | ἀνδρὸς στρατηγικ[οῦ], |
σωφρωσύνης {²⁶σωφροσύνης}²⁶ ἕνεκα [καὶ] | |
τῆς πρὸς τὴν πόλιν | |
εὐνοίας. |