[ ]
Pamph. — Perge: Lyrboton Kome (Varsak) — ABSA 17.1910.225,1 — SEG 6.680
| 1 | Ἑρμαῖος Ἀπολλωνίου Ἑρμαίου Ἑρμαίῳ |
| δὶς Ἀπολλωνίου τῷ καὶ Θεοδοτιανῷ | |
| τῷ υἱῷ αὐτοῦ ὄντι τοῦ τάγματος τῆς ἐν | |
| Πέργῃ γερουσίας καὶ δόντος τῇ γερουσίᾳ | |
| 5 | ὑπὲρ ἱεροσύνης διὰ βίου δηνάρια ἑξακό- |
| σια καὶ Μαρκίᾳ Ἄττῃ Μολήσους τῇ γυνακὶ αὐ- | |
| τοῦ ἱερείᾳ Δήμητρος διὰ βίου· μετὰ δὲ κα- | |
| τατεθ[ῆ]ναι τὴν Μαρκίαν κατακορακωθῆ- | |
| ναι αὐτὸ ὑπὸ τῶν κληρονόμων αὐτῆς. | |
| 10 | εἰ δέ τις ἕτερον πτῶμα καταθῆται, ἔστω |
| ὑποπρόστειμος τῷ κοιριακῷ {²⁶κυριακῷ}²⁶ ταμείῳ δη- | |
| ναρίοις χειλίοις πεντακοσίοις· καὶ ὁ ἐν- | |
| δειξάμενος λήνψεται τὸ τρίτον τοῦ | |
| προστείμου. |