[ ]
Pamph. — Perge: Lyrboton Kome (Varsak) — ca. 100 AD — ABSA 17.1910.223,10 — SEG 6.674
1 | [εἰς τὰ δην]ά[ρι]α χείλια πεντακόσια τὰ ἀπολειφθέντα ὑπὸ Μεννέου Τειμοθέου |
Μεννέου εἰς τὸ ἀγορασθῆναι χωρίον θεῷ Ἀπόλλωνι τῷ ἐν τῇ κώμῃ πρὸς τὸ τὴν | |
πρόσοδον αὐτοῦ τὸ καθ’ ἔτος ἀναλοῦσθαι ὑπὸ τῶν κωμαρχῶν εἴς τε θυσίας | |
τοῦ θεοῦ καὶ εἰς εὐωχίαν τῶν κατοικούντων τὴν κώμην ἐνηλίκων ἐν μηνὶ α̣ʹ | |
5 | ἐν κʹ ἡμέρᾳ καὶ ἀπομνημόνευσιν γείνεσθαι τοῦ Μεννέου ἐξεχώρησεν |
[τῇ κώμῃ καρπο]λ[ογ]ε[ῖν] Λῂς Τειμοθέου ἡ ἀδελφὴ καὶ κληρονόμος τοῦ Μεννέου | |
[κλῆρον ἔνεργον σὺν] τοῖς ἰδίοις δικαίοις τὸν ὄντα ἐν τῇ κώμῃ ἐπιλεγόμενον | |
[․․․․․ ․․․․․, ἐφ’ ᾧ] ἀπὸ αὐτοῦ γείνεσθαι κατ’ ἔτος τὰ ὑπὸ τοῦ Μεννέου διατετα- | |
[γμένα· τοῦτον τὸν κ]λῆρον δοκιμάσαντες καὶ κοινῇ γνώμῃ εὐδοκήσαντες | |
10 | [οἱ κατοικ]ο̣ῦν̣τ̣[ες] τὴν κώμην εἰς τὰ χείλια πεν[τακ]όσια δηνάρια ἀ[— — — —] |
[— — —]λα[․․․] ἠ[θ]έλησαν. |