[ ] Pamph. — Perge: Lyrboton Kome (Varsak) — ca. 100 AD — ABSA 17.1910.223,10 — SEG 6.674
1 [εἰς τὰ δην][ρι]α χείλια πεντακόσια τὰ ἀπολειφθέντα ὑπὸ Μεννέου Τειμοθέου
Μεννέου εἰς τὸ ἀγορασθῆναι χωρίον θεῷ Ἀπόλλωνι τῷ ἐν τῇ κώμῃ πρὸς τὸ τὴν
πρόσοδον αὐτοῦ τὸ καθ’ ἔτος ἀναλοῦσθαι ὑπὸ τῶν κωμαρχῶν εἴς τε θυσίας
τοῦ θεοῦ καὶ εἰς εὐωχίαν τῶν κατοικούντων τὴν κώμην ἐνηλίκων ἐν μηνὶ α̣ʹ
5 ἐν κʹ ἡμέρᾳ καὶ ἀπομνημόνευσιν γείνεσθαι τοῦ Μεννέου ἐξεχώρησεν
[τῇ κώμῃ καρπο]λ[ογ]ε[ῖν] Λῂς Τειμοθέου ἡ ἀδελφὴ καὶ κληρονόμος τοῦ Μεννέου
[κλῆρον ἔνεργον σὺν] τοῖς ἰδίοις δικαίοις τὸν ὄντα ἐν τῇ κώμῃ ἐπιλεγόμενον
[․․․․․ ․․․․․, ἐφ’ ᾧ] ἀπὸ αὐτοῦ γείνεσθαι κατ’ ἔτος τὰ ὑπὸ τοῦ Μεννέου διατετα-
[γμένα· τοῦτον τὸν κ]λῆρον δοκιμάσαντες καὶ κοινῇ γνώμῃ εὐδοκήσαντες
10 [οἱ κατοικ]ο̣ῦν̣τ̣[ες] τὴν κώμην εἰς τὰ χείλια πεν[τακ]όσια δηνάρια ἀ[— — — —]
[— — —]λα[․․․][θ]έλησαν.
Search Help
Contact Us