[ ] Pamph. — Perge: Lyrboton Kome (Varsak) — 117-138 AD — ABSA 17.1910.228,8 — SEG 6.673
1 ❦ Αὐτοκράτορι Καίσαρι Τραϊανῷ Ἁδριανῷ Σεβαστῷ καὶ Ἀπόλλωνι Λυρβωτῶν.
*MOU/AS *STASI/OU *TROKO/[N]D?OU ZW=N KAI\ F?RONW=N A)POL[EI/P]W [TH=| M]HTRI/ MOU [I)]S TO\N TH=S ZWH=S XRO/NON MO[NA/]G[R]ION
τόπῳ Βαίῳ καὶ χʹ ὡρᾳσμ[έν]α[ι] ἐλε͂αι καὶ μοσχάδες ἐλεῶν τόπῳ Τρισὶν ἐλέαις καὶ ἄλλῳ τό[π]ῳ λεγομένῳ
πρὸς Καλλικλῇδος Αρμακα· μ[ε]τὰ δ[ὲ] τὴν τελευτὴν τῆς μητρό̣[ς μου ἀ]πολείπω θεῷ Ἀπόλλωνι Λ[υρ]βωτῶν, ἐφ’ ᾧ οἱ κατὰ ἔτο[ς]
5 αἱρούμενοι κωμάρχαι προνοῶσι[ν], ὅπως μισθοῦνται τὰ προδ[η]λο[ύ]με[να] καὶ ἡ ἀπ’ αὐτ[ῶν] τὸ κατ’ ἐνιαυτὸν πρόσοδο<ς>
χωρῇ εἴς τε θυσίας τοῦ Ἀπόλλωνος καὶ ἀγορασμὸν οἴνου καὶ ἄ[ρ]των ἰς τὸ ἄγεσθαί μοι ἡμέραι καὶ ἀγῶνες τὸ
κατ’ ἐνιαυτὸν μηνὶ ἐνάτῳ τρίτῃ εὐωχουμένων πάντων τῶν κατοικούντων τὴν κώμην ἐν τῇ ἡμέρᾳ ἀπομνημο-
νεύεσθ[α]ι ἐμέ τε καὶ Κότην Στασίου τὸν ἀδελφόν μου καὶ Κίλλην Μόου τὴν μητέ-
ρα μου μηδενὸς ἔχοντος ἐξουσ[ί]αν τὰ προγεγραμ[μένα] ἢ καὶ μέρο[ς] τι αὐτῶν πωλῆσαι
10 ἢ ἐξαλλοτριῶσαι ἢ τὸν ἐξ αὐτῶν πόρον ἢ καὶ μέρος τι ἀ[ναλίσκειν] εἰς ἑτέρας χρείας κατὰ μηδένα τρό-
πον· εἰ δὲ μή, ὁ παρὰ τὰ ὑπ’ ἐμοῦ διατεταγμένα [ποιήσας ἀπο]τεισάτω ἰς Ἄρτεμιν Περγαίαν
δηνάρια χείλια, καὶ τὰ ὑπ’ ἐμοῦ διατεταγμέ[να μενεῖ], καθὼς διεταξάμην, ἰς τὸν
                         ❦ ἅπαντα χρόνον.
Search Help
Contact Us