[ ] Pamph. — Perge: Lyrboton Kome (Varsak) — 81-96 AD — ABSA 17.1910.231,9 — SEG 6.672
1 Αὐτοκράτορι Καίσαρι 〚Δομετιανῷ〛
Σεβαστῷ 〚Γερμανικῷ〛 καὶ Ἀρτέμιδι Περγαίᾳ
ἀσύλῳ τὸν πύργον δίστεγον ἱέρεια Δήμη̣-
τρος Ἀρέτη Δημητρίου ἐπανγειλαμένη
5 τῇ κώμῃ ἐποίησεν ἐκ τῶν ἰδίων καινὸν ἐκ
θεμελίων καὶ στεγάσασα καθιέρωσεν·
καὶ νῦν διαφο̣ρ̣η̣θέντα πάλιν Τειμόθε-
ος Μεννέου ὁ ἔγγονος αὐτῆς δι’ ἐπι-
τρόπου αὐτοῦ Κίλλη̣ς Μόου, [τ]ῆς μητρὸ[ς]
10 αὐτοῦ, ἀναλαβ[ὼ]ν καὶ στεγάσας ἐκ και-
νῆς καὶ κεραμώσας ἐκ̣ [τῶ]ν̣ ἰδ[ίων] ἀνέθηκεν.
Search Help
Contact Us