[ ]
Pamph. — Perge: Lyrboton Kome (Varsak) — 81-96 AD — ABSA 17.1910.231,9 — SEG 6.672
1 | Αὐτοκράτορι Καίσαρι 〚Δομετιανῷ〛 |
Σεβαστῷ 〚Γερμανικῷ〛 καὶ Ἀρτέμιδι Περγαίᾳ | |
ἀσύλῳ τὸν πύργον δίστεγον ἱέρεια Δήμη̣- | |
τρος Ἀρέτη Δημητρίου ἐπανγειλαμένη | |
5 | τῇ κώμῃ ἐποίησεν ἐκ τῶν ἰδίων καινὸν ἐκ |
θεμελίων καὶ στεγάσασα καθιέρωσεν· | |
καὶ νῦν διαφο̣ρ̣η̣θέντα πάλιν Τειμόθε- | |
ος Μεννέου ὁ ἔγγονος αὐτῆς δι’ ἐπι- | |
τρόπου αὐτοῦ Κίλλη̣ς Μόου, [τ]ῆς μητρὸ[ς] | |
10 | αὐτοῦ, ἀναλαβ[ὼ]ν καὶ στεγάσας ἐκ και- |
νῆς καὶ κεραμώσας ἐκ̣ [τῶ]ν̣ ἰδ[ίων] ἀνέθηκεν. |