[ ] Pamph. — Perge (Aksu) — Mansel--Akarca(1949).18,26 [GVI 1083]
1 θρέψατό με πάτρη Βυζάντιον· ἡ δὲ Σε-
βῆρα / μήτηρ Δᾳδούχῳ τίκτε φίλῳ γενέτῃ· /
Μαρκιανὴ δ’ ἦν μοι τὸ πρὶν οὔνομα, νῦν
δὲ θανοῖσαν / Μοῖρα πρὶν ἡλικίης νόσφι-
5 σεν ἠελίου· / δωδεκέτην γὰρ ἔλασσε πρὸς
Ἄϊδα, θάψε δὲ κούρην / μήπω τοῦ γλυκεροῦ
γευσαμένην βιότου. //  Φλ(άουιος) Δᾳδοῦχος ἑαυτῷ τὸ ἀνγεῖον
κατεσκεύασεν· ἑτέρῳ δὲ οὐδενὶ ἐξέ-
σται βαληθῆναι· ἐὰν δέ τις τολμήσῃ,
10 δώσει τῷ κυριακῷ ταμείῳ (δην.) ͵βφʹ
τὸ δὲ κενοτάφιον ᾧ ἂν διατάξωμαι.
Search Help
Contact Us