[ ]
Pamph. — Perge (Aksu) — Mansel--Akarca(1949).18,26 [GVI 1083]
| 1 | θρέψατό με πάτρη Βυζάντιον· ἡ δὲ Σε- |
| βῆρα / μήτηρ Δᾳδούχῳ τίκτε φίλῳ γενέτῃ· / | |
| Μαρκιανὴ δ’ ἦν μοι τὸ πρὶν οὔνομα, νῦν | |
| δὲ θανοῖσαν / Μοῖρα πρὶν ἡλικίης νόσφι- | |
| 5 | σεν ἠελίου· / δωδεκέτην γὰρ ἔλασσε πρὸς |
| Ἄϊδα, θάψε δὲ κούρην / μήπω τοῦ γλυκεροῦ | |
| γευσαμένην βιότου. // Φλ(άουιος) Δᾳδοῦχος ἑαυτῷ τὸ ἀνγεῖον | |
| κατεσκεύασεν· ἑτέρῳ δὲ οὐδενὶ ἐξέ- | |
| σται βαληθῆναι· ἐὰν δέ τις τολμήσῃ, | |
| 10 | δώσει τῷ κυριακῷ ταμείῳ (δην.) ͵βφʹ |
| τὸ δὲ κενοτάφιον ᾧ ἂν διατάξωμαι. |