[ ]
Pamph. — Perge (Aksu) — Mansel--Akarca(1949).15,19 — SEG 38.1418
1 | Γλυκέρα Λεωνίδου ζῶσα ἑαυτῇ |
κατεσκεύασεν τὸ ἀνγεῖον καὶ Δημη- | |
τρίῳ δὶς Στράτωνος καὶ Μαρκίᾳ τῇ θυγα- | |
τρί μου καὶ Ὀνησίμῳ Δηϊκράτους τῷ ἀνδρί | |
5 | μ̣ου μόνοις· οὐδενὶ δὲ ἑτέρῳ |
ἐξέσται πτῶμα ἢ ὀστέα καταθέσθαι εἰς | |
τὸ ἀνγεῖον· εἰ δὲ μή, ἔστω ὑπεύθυνος τῷ | |
φίσκῳ (δην.) φʹ. |