[ ] Pamph. — Perge (Aksu) — Mansel--Akarca(1949). no.4 — SEG 17.632
1 [Ἀντωνία ζῶσα κατεσκεύασα τὴν]
βωμεῖδα μετὰ καὶ ἀνγείου Προκονη-
σίου ἑαυτῇ μόνῃ ‵καὶ Ἀντωνίῳ τῷ υἱῷ μου′· μηδένα δὲ ἔχειν
ἐξουσίαν ἐμοῦ τελευτησάσης
5 ἐπιβλεθῆναι εἰ μὴ ἐμὲ τὴν Ἀντωνίαν
μόνην· καὶ κατακορακώσει
τὸ ἀνγεῖον ὁ κληρονόμος· ἐὰν δὲ μὴ κατακο-
ρακώσει ὁ κληρονόμος μου, ὑπεύθυ-
νος ἔσται τῇ πόλει (δην.) ͵βφʹ, καὶ εἴ τις
10 ἄλλος θελήσει ἐπιβιάσασθαι, καὶ αὐ-
τὸν ὑπεύθυνον εἶναι τῷ προστείμῳ.
Search Help
Contact Us