[ ] Pamph. — Perge (Aksu) — Mon.Ant. 23.1915.59,48
1 αἵδε ἐτίμη[σαν πόλει]ς Ἀσκλη[πι]άδην Μύρ[ωνος]
     Περγα[ῖον]              ἰατρόν.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Ἀσκλ[ηπι]-
άδης Μύρωνος Περγαῖος πολίτης ἡμῶν εὔδοξ[ος]
5 καὶ μεταχειριζόμενος τὴν ἰατρικὴν τέχνην ἀ[πὸ]-
δείξεις μεγάλας πεποίηται τῆς ἑαυτοῦ ἐνπειρί-
ας, διά τε τῶν ἐν τῶι γυμνασίωι ἀκροάσεων πολλὰ χρή-
[σι]μα διατέθειται ἐν αὐταῖς πρὸς ὑγείαν τοῖς πολίται[ς]
ἀνήκοντα, τήν τε τῶν καμνόντων ἐπιμέλειαν
10 πεποίηται ἀξίαν ἑαυτοῦ καὶ τῶν προγόνων, τήν
τε ἀναστροφὴν παρείσχηται εὐσχήμονα καὶ
καλὴν καὶ στοιχοῦσαν τῶι ἐπιτηδεύματι,
ἀποδημήσας τε πολλὰ τῶν εἰς τιμὴν καὶ δό-
ξαν ἀνηκόντων περιεποιήσατο παρείσχη-
15 ταί τε τὰς πόλεις ἐκμαρτυρούσας αὐτῶι δια-
τε ψηφισμάτων καὶ δημοσίων ἐπιστολῶν
καὶ περὶ τῶν γεγενημένων αὐτῶι παρ’ αὐτοῖς
τιμίων· δεδόχθαι ἐπῃνῆσθαι Ἀσκληπιάδην ἐπί τε τού-
τοις καὶ τῆι εὐφημίαι αὐτοῦ, δοθῆναι δὲ αὐτῶι τοῦδε τοῦ
20 ψηφίσματος τὸ ἀντίγραφον ἐσφ ραγισμένον τῇ δημο-
σίαι σφραγῖδι.          ψήφισμα        Σελευκέων.
ἔδοξεν Σελευκέων τῆι βουλῆι καὶ τῶι δήμωι, πρυτάνε-
ων γνώμη ἐπειδὴ Ἀσκληπιάδης Μύρωνος ἰατρὸς
ἀνὴρ ἀγαθὸς ὢν καὶ ζηλωτὴς ὑπάρχων τῶν πρὸς ἀρε-
25 [τ]ὴν καὶ δόξαν ἀνηκόντων καὶ πρότερον μὲν ὀψωνι-
[ασ]θεὶς δραχμὰς χιλίας ἐφ’ ἕτη πλέονα μεγάλας ἀ-
[ποδ]είξεις ἐποιήσατο τῆς ἑαυτοῦ ἐπιμελείας, δια-
φέρουσαν παρασ[χ]όμενος τὴν διὰ τῆς τέχνης ἐν-
πειρίαν, πλείονάς τε τῶν πολιτῶν καὶ τῶν κατοικούν-
30 των ἐν τῆι πόλει διατεθέντας ἐπισφαλῶς διέσω[ισε]
τὰς ἁρμοζούσας θεραπείας προσαγαγὼν με[τὰ πά]-
σης προθυμίας, ἔν τε τοῖς κατὰ τὴν χειρουργ[ίαν πολλὰ]
καὶ παράδοξα ἀναδεξάμενος θεραπεύ[ματα διάδη]-
λον κατέστησεν τὴν αὐτοῦ προκοπ[ήν, ἔν τε ταῖς ἀκρο]-
35 άσεσιν πολλὰ τῶν πρὸς ὑγείαν συντε[λούντων διατιθέ]-
μενος καὶ τὸν ἐκ τούτων ἔπαινον πε[ριεποιήσατο· ἐποι]-
εῖτο δὲ καὶ τὴν ἀναστροφὴν ἀξίαν τ[ῆς τε τέχνης καὶ ἀμ]-
φοτέρων τῶν πόλεων ἀδιάβολον [διατηρῶν τὴν ἐνκεχειρισ]-
μένην αὐτῶι πίστιν ἕνεκα τῆς τ[ῶν ἀρρωστούντων πολυω(?)]-
40 ρίας· ὧν ἕνεκα καὶ τῆς παρὰ τοῦ δή[μου μαρτυρίας ἀξιω]-
QEI\S OU) MO/NON E)TIMH/QH TAI=S A(RM[OZOU/SAIS TIMAI=S, A)L]-
λὰ καὶ πολιτείας ἔτυχεν αὐτό[ς τε καὶ ἡ γυνὴ αὐτοῦ καὶ τὰ]
τέκνα· καὶ νυνὶ δὲ διαμένων ἐπ[ὶ τῆς αὐτῆς προαιρέσε]-
ως καὶ μᾶλλον ὑπερτίθεται τοῖς [πρὸς ἡμᾶς εὐεργετήμασιν·]
45 ἐφ’ οἷς ὁ δῆμος διατηρῶν τὸ καθ’ [ἑαυτὸν εὐχάριστον(?)]
οἴεται δεῖν μὴ ἀπαρασήμαντο[ν ἐᾶσαι τὴν προαίρε]-
σιν αὐτοῦ· δεδόχθαι ἐπαιν[έσ]αι τ[ε Ἀσκληπιάδην Μύρωνος]
καὶ στεφανῶσαι ἐν τῶι γυ[μνικῶι ἀγῶνι τῶν Σελευκεί(?)]-
ων χρυσῶι στεφάνωι καὶ [εἰκόνι χαλκῆι, τὸν δὲ κή]-
50 ρυκα ἀναγορεῦσαι ὅτι Σ[ελευκέων ὁ δῆμος — — —].
— — —
Search Help
Contact Us