[ ]
Pamph. — Perge (Aksu) — Mon.Ant. 23.1915.59,48
1 | αἵδε ἐτίμη[σαν πόλει]ς Ἀσκλη[πι]άδην Μύρ[ωνος] |
Περγα[ῖον] ἰατρόν. | |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Ἀσκλ[ηπι]- | |
άδης Μύρωνος Περγαῖος πολίτης ἡμῶν εὔδοξ[ος] | |
5 | καὶ μεταχειριζόμενος τὴν ἰατρικὴν τέχνην ἀ[πὸ]- |
δείξεις μεγάλας πεποίηται τῆς ἑαυτοῦ ἐνπειρί- | |
ας, διά τε τῶν ἐν τῶι γυμνασίωι ἀκροάσεων πολλὰ χρή- | |
[σι]μα διατέθειται ἐν αὐταῖς πρὸς ὑγείαν τοῖς πολίται[ς] | |
ἀνήκοντα, τήν τε τῶν καμνόντων ἐπιμέλειαν | |
10 | πεποίηται ἀξίαν ἑαυτοῦ καὶ τῶν προγόνων, τήν |
τε ἀναστροφὴν παρείσχηται εὐσχήμονα καὶ | |
καλὴν καὶ στοιχοῦσαν τῶι ἐπιτηδεύματι, | |
ἀποδημήσας τε πολλὰ τῶν εἰς τιμὴν καὶ δό- | |
ξαν ἀνηκόντων περιεποιήσατο παρείσχη- | |
15 | ταί τε τὰς πόλεις ἐκμαρτυρούσας αὐτῶι δια- |
τε ψηφισμάτων καὶ δημοσίων ἐπιστολῶν | |
καὶ περὶ τῶν γεγενημένων αὐτῶι παρ’ αὐτοῖς | |
τιμίων· δεδόχθαι ἐπῃνῆσθαι Ἀσκληπιάδην ἐπί τε τού- | |
τοις καὶ τῆι εὐφημίαι αὐτοῦ, δοθῆναι δὲ αὐτῶι τοῦδε τοῦ | |
20 | ψηφίσματος τὸ ἀντίγραφον ἐσφ ραγισμένον τῇ δημο- |
σίαι σφραγῖδι. ψήφισμα Σελευκέων. | |
ἔδοξεν Σελευκέων τῆι βουλῆι καὶ τῶι δήμωι, πρυτάνε- | |
ων γνώμη ἐπειδὴ Ἀσκληπιάδης Μύρωνος ἰατρὸς | |
ἀνὴρ ἀγαθὸς ὢν καὶ ζηλωτὴς ὑπάρχων τῶν πρὸς ἀρε- | |
25 | [τ]ὴν καὶ δόξαν ἀνηκόντων καὶ πρότερον μὲν ὀψωνι- |
[ασ]θεὶς δραχμὰς χιλίας ἐφ’ ἕτη πλέονα μεγάλας ἀ- | |
[ποδ]είξεις ἐποιήσατο τῆς ἑαυτοῦ ἐπιμελείας, δια- | |
φέρουσαν παρασ[χ]όμενος τὴν διὰ τῆς τέχνης ἐν- | |
πειρίαν, πλείονάς τε τῶν πολιτῶν καὶ τῶν κατοικούν- | |
30 | των ἐν τῆι πόλει διατεθέντας ἐπισφαλῶς διέσω[ισε] |
τὰς ἁρμοζούσας θεραπείας προσαγαγὼν με[τὰ πά]- | |
σης προθυμίας, ἔν τε τοῖς κατὰ τὴν χειρουργ[ίαν πολλὰ] | |
καὶ παράδοξα ἀναδεξάμενος θεραπεύ[ματα διάδη]- | |
λον κατέστησεν τὴν αὐτοῦ προκοπ[ήν, ἔν τε ταῖς ἀκρο]- | |
35 | άσεσιν πολλὰ τῶν πρὸς ὑγείαν συντε[λούντων διατιθέ]- |
μενος καὶ τὸν ἐκ τούτων ἔπαινον πε[ριεποιήσατο· ἐποι]- | |
εῖτο δὲ καὶ τὴν ἀναστροφὴν ἀξίαν τ[ῆς τε τέχνης καὶ ἀμ]- | |
φοτέρων τῶν πόλεων ἀδιάβολον [διατηρῶν τὴν ἐνκεχειρισ]- | |
μένην αὐτῶι πίστιν ἕνεκα τῆς τ[ῶν ἀρρωστούντων πολυω(?)]- | |
40 | ρίας· ὧν ἕνεκα καὶ τῆς παρὰ τοῦ δή[μου μαρτυρίας ἀξιω]- |
θεὶς οὐ μόνον ἐτιμήθη ταῖς ἁρμ[οζούσαις τιμαῖς, ἀλ]- | |
λὰ καὶ πολιτείας ἔτυχεν αὐτό[ς τε καὶ ἡ γυνὴ αὐτοῦ καὶ τὰ] | |
τέκνα· καὶ νυνὶ δὲ διαμένων ἐπ[ὶ τῆς αὐτῆς προαιρέσε]- | |
ως καὶ μᾶλλον ὑπερτίθεται τοῖς [πρὸς ἡμᾶς εὐεργετήμασιν·] | |
45 | ἐφ’ οἷς ὁ δῆμος διατηρῶν τὸ καθ’ [ἑαυτὸν εὐχάριστον(?)] |
οἴεται δεῖν μὴ ἀπαρασήμαντο[ν ἐᾶσαι τὴν προαίρε]- | |
σιν αὐτοῦ· δεδόχθαι ἐπαιν[έσ]αι τ[ε Ἀσκληπιάδην Μύρωνος] | |
καὶ στεφανῶσαι ἐν τῶι γυ[μνικῶι ἀγῶνι τῶν Σελευκεί(?)]- | |
ων χρυσῶι στεφάνωι καὶ [εἰκόνι χαλκῆι, τὸν δὲ κή]- | |
50 | ρυκα ἀναγορεῦσαι ὅτι Σ[ελευκέων ὁ δῆμος — — —]. |
— — — |