IvPerge 11:103,4
[ ] Pamph. — Perge (Aksu) — GIBM 4,2.1044
1 [— — — — — — — — — —]ο̣[— — —]
[— — — — — — — —]η τουτο̣[— — —]
[— — — — — — —] προνοοῦντες̣ τῶν [— — — εἰς ἄσκη]-
[σιν(?) καὶ εὐκ]ο̣σ̣μίαν ἀνηκόντων καὶ λόγωι
5 [καὶ πράξει] φανερὰς τὰς ἀποδείξεις ἐν πᾶ-
[σιν ἐπ]οήσαντο ἀξίως τῆς πατρίδος·
[ἀγ]α̣θῆι τύχηι, δεδόχθαι τῆι βουλῆι κα̣[ὶ]
[τ]ῶι δήμωι· ἐπῃνῆσθαι αὐτοὺς ἐπί τε το[ύ]-
[τ]ο̣ις καὶ ἐπὶ τῶι ἀ<πὸ> παντὸς τοῦ δικαίου ἄρ-
10 [χεσθ]αι, καὶ στεφανῶσαι αὐτοὺς στεφάνωι
[χρ]υσῶι ἀρετῆς ἕνεκεν· ἵνα δὲ καὶ οἱ ἄλλοι
[ἐ]πὶ τὸν αὐτὸν τόπον προχειριζόμενοι
[ἀγ]ορανόμοι εἰδότες τὸν δῆμον ἀπομνη-
[μ]ονεύοντα τοῖς καλῶς προϊσταμένοις
15 [π]ειρῶνται ἁμιλλᾶσθαι πρὸς φιλοδο-
[ξί]α̣ν, ἀναγραφῆναι τόδε τὸ ψήφισμα
[εἰ]σ̣τήλην λιθίνην καὶ ἀνατεθῆναι
[ἐν] τῶι τῶν Ὡρῶν περιβόλωι κατὰ
[τ]ὸν ἐπιφανέστατον τόπον.
Search Help
Contact Us