[ ]
Pamph. — Side (Eski Adalia--Selimiye) — 1947 Side 54-55 note 10 cf. — IGR 3.811
See also:
1 | Βρυωνιανὸν Λολλιανὸν [τὸν κράτ(ιστον)] |
δουκηνάριον, πρειμιπειλά[ριον, ἀπὸ] | |
ἐπιτρόπων, συνγενῆ ὑπατικ̣[ῶν], | |
κτίστην καὶ φιλόπατριν ∙ γ̣[ερουσία τῶν] | |
5 | Μεγαλοπυλειτῶν. |
νηοῦ Νυμφάων σε παράσχεδον ἐστήσα[ντο] | |
ἡγεμόνες πυλέων, #⁵⁶ Κτίστιε, τῶν μ̣[εγάλων], | |
τερπόμενον ῥείθροισι διειπετέος πο̣[ταμοῖο] | |
θεσπεσίῃ τ’ ἠχῇ ∙ ὕδατος ἀενάου· | |
10 | ὑψηλῇ κραδίῃ γὰρ ἐδείμαο σοῖσι τέλεσσ[ι] |
αὐτῶν ἐκ πηγῶν ∙ ὁλκὸν ἀπε̣ιρέσιον. | |
εὐτύχι, Κτίστι. |