[ ] Pamph. — Side (Eski Adalia--Selimiye) — 1947 Side 54-55 note 10 cf. — IGR 3.811
See also:
1 Βρυωνιανὸν Λολλιανὸν [τὸν κράτ(ιστον)]
δουκηνάριον, πρειμιπειλά[ριον, ἀπὸ]
ἐπιτρόπων, συνγενῆ ὑπατικ̣[ῶν],
κτίστην καὶ φιλόπατριν ∙ γ̣[ερουσία τῶν]
5        Μεγαλοπυλειτῶν.
νηοῦ Νυμφάων σε παράσχεδον ἐστήσα[ντο]
  ἡγεμόνες πυλέων, #⁵⁶ Κτίστιε, τῶν μ̣[εγάλων],
τερπόμενον ῥείθροισι διειπετέος πο̣[ταμοῖο]
  θεσπεσίῃ τ’ ἠχῇ ∙ ὕδατος ἀενάου·
10 ὑψηλῇ κραδίῃ γὰρ ἐδείμαο σοῖσι τέλεσσ[ι]
  αὐτῶν ἐκ πηγῶν ∙ ὁλκὸν ἀπε̣ιρέσιον.
         εὐτύχι, Κτίστι.
Search Help
Contact Us