[ ]
Pamph. — Sillyon (Asar Köyü) — IGR 3.802 — SEG 61.1226 (cf.)
1 | [ἡ β]ου[λὴ καὶ] |
[ὁ δῆμος] ἐτείμησεν | |
ἀρχιέρειαν τῶν Σεβασ- | |
τῶν, ἱέρειαν Δήμητρος | |
5 | καὶ θεῶν πάντων καὶ ἱερο- |
φάντιν τῶν πατρίων θεῶ[ν] | |
καὶ κτιστρίαν καὶ δημιουργ[ὸν] | |
καὶ γυμνασίαρχον ἐλαίου θέ- | |
[σει Μ]ηνοδώραν Μεγακλέους τ[ε]- | |
10 | [λεσαμ]ένην δεκαπρωτίαν, θυγα[τέ]- |
[ρα καὶ] ἐγγόνην καὶ ἀπόγονον | |
[ἀρχιερέ]ων καὶ δημιουργῶν [καὶ] | |
[γυμνασ]ιάρχων ἐλαίου θέσει καὶ | |
δεκαπρώτων, ἐπιδοῦσαν ἔν τε τ[ῇ] | |
15 | δημιουργίδι καὶ τῇ γυμνασιαρχ[ίᾳ] |
καὶ τῇ ἀρχιερωσύνῃ καὶ ταῖς ἱε- | |
ρωσύναις καὶ ἐν τῇ τοῦ υἱοῦ δ[ημι]- | |
ουργίδι καὶ ἐν τῇ τῆς θυγατρὸς [γυ]- | |
μνασιαρχίᾳ ἑκάστῳ βουλευτ[ῇ] | |
20 | ἀνὰ (δην.) πηʹ ❦ καὶ σείτου μό(διον) αʹ, |
γέραιῷ δὲ ἑκάστῳ (δην.) παʹ καὶ | |
[σ]είτου μό(διον) αʹ, ❦ ἐκκλησιαστῇ δὲ | |
[ἑ]κάστῳ (δην.) οηʹ, καὶ σείτου μό(διον) αʹ, | |
γυναιξὶ δὲ τούτων ἑκάστῃ (δην.) γʹ, | |
25 | [οὐι]νδικταρίοις δὲ καὶ ἀπελευθέροις |
[ἑκ]άστῳ (δην.) δʹ, ❦ ἔτι ἐπιδοῦσαν ὑπὲρ τοῦ | |
[υἱο]ῦ αὐτῆς Μεγακλέους τῇ πατρίδι [εἰς] | |
[παί]δων τροφὰς ἀργυρίου (δην.) μυ(ριάδας) λʹ. |