[ ]
Pamph. — Sillyon (Asar Köyü) — IGR 3.800
1 | [ἡ βο]υλὴ καὶ ὁ δῆμος ἐτείμησε |
Μεγακλέα Μεγακλέους, | |
φύσει Ἀπολλωνίου τρὶς | |
Μεγακλέους, δημιουργὸν καὶ | |
5 | γυμνασίαρχον, ἐπιδόντα δι- |
ὰ τῆς μητρὸς Μηνοδώρας ἐν | |
τῷ ἔτει τῆς δημιουργίδος αὐ- | |
τοῦ διανομῆς ἑκάστωι βου- | |
λευτῇ (δην.) κʹ, γεραίωι δὲ καὶ ἐ̣[κ]- | |
10 | κλησιαστῆι ἀνὰ (δην.) ιηʹ, πολείτ[ῃ] |
δὲ ἀνὰ (δην.) βʹ, ἀπ̣[ε]λευθέροις δὲ καὶ | |
παροίκοις ἀνὰ (δην.) αʹ, ἔτι ἐπιδόντα δι- | |
ὰ τῆς μητρὸς καὶ εἰς τροφὰς παίδων | |
ἀργυρίου μυ(ριάδας) λʹ· ἥτις κατεσκεύασε | |
15 | τόν τε ναὸν καὶ τὰ ἐν τῶι ναῶι ἱε[ρὰ], |
τά τε ἀργύρεα τρία ἀπὸ μυ(ριάδων) αʹ καὶ (δην.) [͵α], | |
καὶ τὸ τῆς Τύχης ἱερὸν ἀκρελε- | |
φάντινον ἐπίχρυσον σὺν τοῖς | |
παρέργοις περὶ τὴν βάσιν κα[ὶ] | |
20 | τὴν ἀργύρεον τράπεζαν καὶ τὰ |
πλινθεῖα καὶ τὰς στοὰς καὶ τὸν | |
ἀνδριάντα, | |
πάντα εἰς μνήμην καὶ τειμὴν | |
τοῦ υἱοῦ αὐτῆς. |