[ ] Pamph. — Attaleia (Antalya) — 915-916 AD — CIG 8743 + LBW 1370 — Grégoire 303
1        ἔτους ☩ ͵ϛυκδʹ.
[ε][π]ρονοίᾳ τῶν σοφῶν βασιλέων
[Κωνσ]ταντίνου Ζωῆς τε τῶν παναγάθων
[Λέων(?) ὁ] πανθαύμαστος ἐν στρατηγήσιν {²⁶στρατηγίσιν}²⁶
5 [ἠσφα]λήσατο σοφῶς τήν[δε τ]ὴν πόλιν
[τείχ]ει δευτέρῳ ταύτην [κατ]οχυρώσας
[πασ]ῶν πόλεων δείξας ἀσφαλεστέραν·
[νῦν δ’ αὐτὴν κ]αὶ σέσωκεν χειρὶ κυρίου
εἰς δόξαν Χ(ριστο)ῦ καὶ καύχημα Ῥωμ(αίων)
10 [καὶ κατατρ]ο[π]ὴν τῶν δυσεβῶν Ἀγάρων·
ἅπαν δὲ πληροῖ σπουδῇ τόδε τὸ ἔργον
[ἑξχιλιοστ]ῷ καὶ τετ<ρε>κατοντάδι
διπλῇ δεκάδι σὺν καὶ τετάρτω χρόνῳ.
         ἰνδ(ικτιῶνος) [δʹ].
Search Help
Contact Us