[ ] Pamph. — Attaleia (Antalya) — 911-912 AD — BCH 7.1883.266,9 — Belleten 22.1958.43,41 — Grégoire 302
1 ☩ ἀεὶ προνοίᾳ πατρικῇ κεχρημένος
ὡς οἷα τέκνοις πᾶσι τοῖς ὑπηκόοις,
ὁ παγγάληνος εὐσεβὴς αὐτοκράτωρ
Λέων σὺν υἱῷ τῷ γλυκεῖ Κωνσταντίνῳ
5 καὶ πάντα πράττ[ε]ιν [σ]υμπαθῶς ΙΙΙΙ[․․]ΙΙμένος {²not [ε][θισ]μένος}²
ὡς τῆς ἁπάντων φροντίσαι σωτηρίας,
καὶ τήνδε σώζων τὴν φιλόχριστον πόλιν,
σοφῶς κατωχύρωσε τείχει δευτέρῳ
δεικνὺς ἑαυτῆς μᾶλλον ἀσφαλεστέραν
10 ἐχθρῶν τε πάσης μηχανῆς ἀνωτέραν.
καὶ χεὶρ μὲν ἡ μόναρχος ἔργου προστάτις
ὡς καὶ χορηγὸς τῶν καλῶν καὶ δεσπότις.
Εὐφήμιος δὲ τοῦ Κράτους μυστόγραφος
θερμῶς ὑπουργῶν εὐφυὴς ἐπιστάτης.
Search Help