[ ]
Pamph. — Attaleia (Antalya) — 911-912 AD — BCH 7.1883.266,9 — Belleten 22.1958.43,41 — Grégoire 302
1 | ☩ ἀεὶ προνοίᾳ πατρικῇ κεχρημένος |
ὡς οἷα τέκνοις πᾶσι τοῖς ὑπηκόοις, | |
ὁ παγγάληνος εὐσεβὴς αὐτοκράτωρ | |
Λέων σὺν υἱῷ τῷ γλυκεῖ Κωνσταντίνῳ | |
5 | καὶ πάντα πράττ[ε]ιν [σ]υμπαθῶς ΙΙΙΙ[․․]ΙΙμένος {²not [ε]ἰ[θισ]μένος}² |
ὡς τῆς ἁπάντων φροντίσαι σωτηρίας, | |
καὶ τήνδε σώζων τὴν φιλόχριστον πόλιν, | |
σοφῶς κατωχύρωσε τείχει δευτέρῳ | |
δεικνὺς ἑαυτῆς μᾶλλον ἀσφαλεστέραν | |
10 | ἐχθρῶν τε πάσης μηχανῆς ἀνωτέραν. |
καὶ χεὶρ μὲν ἡ μόναρχος ἔργου προστάτις | |
ὡς καὶ χορηγὸς τῶν καλῶν καὶ δεσπότις. | |
Εὐφήμιος δὲ τοῦ Κράτους μυστόγραφος | |
θερμῶς ὑπουργῶν εὐφυὴς ἐπιστάτης. |