[ ] Pamph. — Side (Eski Adalia--Selimiye)
See also:
1 Βρυωνιανὸν Λολλιανὸν
τὸν κράτιστον δουκηνάριον,
ἀπὸ ἐπιτρόπων, πρειμοπειλά-
ριον, ἔγγονον καὶ ἀπόγονον ὑ-
5 πατικῶν, τὸν κτίστην καὶ φι-
λόπατριν. γερουσία Τετραπω-
        λειτῶν.
[ἤλ]υθεν οὐκ ἀέκων ποταμὸς πάλι σαῖσιν ἀρωγαῖς,
  Κτίστιε, σοῖς τε πονοῖς ἐς πόλιν ἠγαθέην·
10 [αὐ]τὸς γὰρ πόρον αὖθις ἀκοιμήτοιο ῥεέτθρου
  δειμάμενος προχοαῖς ἤγαγες ὀλλύμενον·
[ο]ὖ Τετραπωλεῖται σε χάριν τείουσι γεραιοὶ
  εἰκόνι μαρμαρέῃ κρέσσονι χρυσελάτου.
Search Help
Contact Us