1 | Βρυωνιανὸν Λολλιανὸν |
τὸν κράτιστον δουκηνάριον, | |
ἀπὸ ἐπιτρόπων, πρειμοπειλά- | |
ριον, ἔγγονον καὶ ἀπόγονον ὑ- | |
5 | πατικῶν, τὸν κτίστην καὶ φι- |
λόπατριν. γερουσία Τετραπω- | |
λειτῶν. | |
[ἤλ]υθεν οὐκ ἀέκων ποταμὸς πάλι σαῖσιν ἀρωγαῖς, | |
Κτίστιε, σοῖς τε πονοῖς ἐς πόλιν ἠγαθέην· | |
10 | [αὐ]τὸς γὰρ πόρον αὖθις ἀκοιμήτοιο ῥεέτθρου |
δειμάμενος προχοαῖς ἤγαγες ὀλλύμενον· | |
[ο]ὖ Τετραπωλεῖται σε χάριν τείουσι γεραιοὶ | |
εἰκόνι μαρμαρέῃ κρέσσονι χρυσελάτου. |