Dedication of a statue of Eros to Aphrodite, with an epigram.  Round statue base of white marble.
[ ] Pamph. — Side (Eski Adalia-Selimiye) — ca. 50 BC-ca. 50 AD — EA 4 (1984) 17-26 — SEG 34.1308
1 κἀμὲ τὸ[ν Ἀφρογενο]ῦς Διονύ[σι]ος εἷσεν Ἔρωτα
  τὴν αὐτὴν [τιμὴν Παίο]ν̣ι̣ πατρὶ λαχών,
ἐν παλάμαι με φέροντα πυριφλεγέ[θ]οντα κεραυνόν,
  ὅν ποτε Κύκλωπες τεῦξαν ἄνακ[τ]ι θεῶν,
5 Ζηνὶ βαρυβρε[μ]έται, δεικνὺς ὅτι κἂν ὀλίγω̣ι̣ μ̣ο̣[ι]
  μειζοτέρα δύναμις γίνεται ε[ὐ]πτερύ[γ]ω̣[ι].
                                vacat
7                      Διονύσιος Παίονος
                     τοῦ Πολυχά̣ρ̣ου Μαλεις
                     ἐπιστάτης γενό[μ]ενος
10                          Ἀφροδίτηι.
Search Help
Contact Us