[ ] Pamph., E. — Kolybrassos? (Ayasofya) — later 2nd c. AD
1 Βηρυτὸν τὸ πάροιθεν ὅτε πτόλιν ἦλθον ἐς ἐ̣[σθλὴν]
  Ῥωμαϊκῆς μούσης εἵνεκα καὶ νομίμων,
ἐλπωρὴν γελόωσαν ἔχων καὶ δαίμονα πικρό̣[ν],
  οὐκέτ’ ἐπὶ πάτρην ἤλυθον ἡμετέρην.
5 ἀλλά με πρῶτον ἔδεκτο δικασπολίῃσι μέ̣λ̣οντα
  ἄστυ Παλαιστίνης ὄρχαμος ἀμφιέπων·
κεῖθεν δ’ Ἀντιόχοιο φίλη πόλις, ἐκ δέ μ’ ἐκείνης
  Βειθυνῶν ἀγαθὴ δέξατο μητρόπολις·
ἔνθεν ἐμὸν στήθ̣ε̣σσ̣ι νόον καὶ ἐπίφρονα μῆτιν
10   Κέρτος ὁμηλικίης πολλὸν ἀγασσάμενος
συνκάθεδρον Θήβης Νειλώϊδος ἡγεμονῆος
  θῆκεν. ὁ δ’ ἁρπάκτης, πρὶν χρόνον ἐκτελέσαι,
πρὶν πάτρην ἰδέειν με τὸ δεύτερον ἠδὲ γονῆας,
  ἥρπασεν ἐξαπίνης εἰς Ἀχέροντ’ Ἀίδης.
15 τ̣η̣λ̣[όθε(?) δ’] ἐ̣ρ̣χ̣ό̣μ̣ενός(?) με πατὴρ προσπτύξατο χερσί,
  νεκρὸν ἐπὶ ξεινῆς κείμενον εἰσορόων.
ἀλλὰ καὶ ὧς Νεῖλόν τε μέγαν καὶ πόντον ἄνυσσα,
  ἀντὶ γάμων στοναχῶν τοῦτον ἔχ̣ει<ν>(?) με τάφο[ν].
μήτηρ δ’ αὐτ’ ὀδύνηισι πεπαρμένη ἐν χθονὶ κῖται·
20 κεῖμε δ’ ὧδε Κόνων ἀνὴρ Μούσηισι μεμηλώς,
  ψ̣υχὴν ἐς μακάρων ν̣ῆσσον ἔχων ἀγαθήν.
ἀλλά, πάτερ Τρώϊλε, μὴ τόσσον ὀδύρεο· καὶ γὰρ ἄριστοι
  παῖδες ἐπουρανίων ἤλυθον εἰς Ἀίδην.
Search Help
Contact Us