[ ] Pamph., E. — Kasai: Taşahir Kalesi — ca. 238-244 AD
a.1 ἡ βουλὴ καὶ ὁ δῆμος τῆς Κασα-
τῶν πόλεως ἐτείμησεν Μ[ᾶρ]-
κον Αὐρήλιον Ὀβριμιανὸν Κ̣[ό]-
νωνα νέον, ἄνδρα τῶν πα̣[ρ’ ἡ]-
5 μεῖν πρωτευσάντων, γ[ένους]
τε πρώτου καὶ ἐνδόξ[ου, ἄρξαν]-
τ̣α τὴν ἐπώνυμον [ἀρχὴν ἀξί]-
ως καὶ ἀμέμπτως [καὶ ἀρχι]-
ερασ[ά]μενον φιλο[τείμως τῷ] θε[ί]-
10 ῳ̣ ο̣ἴ̣κῳ δὶς καὶ ε[ἰρηναρχήσ]αντα
[ἐννό]μως καὶ ἀμ̣έ̣[μπτω]ς, καὶ ἄν-
[νωνα]ν̣ παραπένψα̣[ν]τα ἰς τὸ Σύ-
[ρων ἔθ]νος, καὶ πρεσβεύσαντα
[προῖκα(?) πρ]ὸς [θε]ὸν Ἀλέξανδρον,
15 [τὸν δὲ ἀνδρ]ιάντα ἀνέστησεν
Αὐρηλία Κονωνιανὴ Κλας ἡ θυγά-
τηρ, τοῦ γλυκυτάτου πατρὸς
      μνήμης χάριν.
b.19 δημιουργήσαντα δὲ καὶ ἐν
20 [τῆ λαμπροτ]ά̣τῃ καὶ ἐνδόξῳ
[Σιδητῶν π]όλι ὑγιῶς καὶ φι-
[λοτείμως] καὶ ἀγωνοθετήσα[ν]-
[τα καὶ] γυμνασιαρχήσαντα π̣ο̣-
[λυτ]ελ̣ῶς(?) μετὰ τὴν δημιου̣ρ̣[γί]-
25 [α]ν ἀγῶνος ἱεροῦ οἰκουμενικ̣[οῦ]
Ἀπολλωνείου Γορδιανείου Ἀντω̣-
νεινίου ἰσοπυθίου ἐκεχειρίου
ἰσελαστικοῦ ἰς ἅπασαν τὴν οἰ-
κουμένην κατὰ θείαν δωρεὰν
30 τοῦ πρώτως ἀχθέντος ἐπ’ αὐ-
τοῦ, φιλοτειμησάμενον δὲ κα[ὶ]
ἰς τὴν κατασκευὴν τοῦ ὑδρείου
τοῦ κατασκευαζομένου ἐν τῇ
λαμπροτάτῃ καὶ ἐνδόξῳ Σιδητῶν
35 πόλι ἀργυρίου δηνάρια πεντακισ-
          χείλια.
Search Help