[ ]
Pamph., E. — Kasai: Taşahir Kalesi — ca. 238-244 AD
a.1 | ἡ βουλὴ καὶ ὁ δῆμος τῆς Κασα- |
τῶν πόλεως ἐτείμησεν Μ[ᾶρ]- | |
κον Αὐρήλιον Ὀβριμιανὸν Κ̣[ό]- | |
νωνα νέον, ἄνδρα τῶν πα̣[ρ’ ἡ]- | |
5 | μεῖν πρωτευσάντων, γ[ένους] |
τε πρώτου καὶ ἐνδόξ[ου, ἄρξαν]- | |
τ̣α τὴν ἐπώνυμον [ἀρχὴν ἀξί]- | |
ως καὶ ἀμέμπτως [καὶ ἀρχι]- | |
ερασ[ά]μενον φιλο[τείμως τῷ] θε[ί]- | |
10 | ῳ̣ ο̣ἴ̣κῳ δὶς καὶ ε[ἰρηναρχήσ]αντα |
[ἐννό]μως καὶ ἀμ̣έ̣[μπτω]ς, καὶ ἄν- | |
[νωνα]ν̣ παραπένψα̣[ν]τα ἰς τὸ Σύ- | |
[ρων ἔθ]νος, καὶ πρεσβεύσαντα | |
[προῖκα(?) πρ]ὸς [θε]ὸν Ἀλέξανδρον, | |
15 | [τὸν δὲ ἀνδρ]ιάντα ἀνέστησεν |
Αὐρηλία Κονωνιανὴ Κλας ἡ θυγά- | |
τηρ, τοῦ γλυκυτάτου πατρὸς | |
μνήμης χάριν. | |
b.19 | δημιουργήσαντα δὲ καὶ ἐν |
20 | [τῆ λαμπροτ]ά̣τῃ καὶ ἐνδόξῳ |
[Σιδητῶν π]όλι ὑγιῶς καὶ φι- | |
[λοτείμως] καὶ ἀγωνοθετήσα[ν]- | |
[τα καὶ] γυμνασιαρχήσαντα π̣ο̣- | |
[λυτ]ελ̣ῶς(?) μετὰ τὴν δημιου̣ρ̣[γί]- | |
25 | [α]ν ἀγῶνος ἱεροῦ οἰκουμενικ̣[οῦ] |
Ἀπολλωνείου Γορδιανείου Ἀντω̣- | |
νεινίου ἰσοπυθίου ἐκεχειρίου | |
ἰσελαστικοῦ ἰς ἅπασαν τὴν οἰ- | |
κουμένην κατὰ θείαν δωρεὰν | |
30 | τοῦ πρώτως ἀχθέντος ἐπ’ αὐ- |
τοῦ, φιλοτειμησάμενον δὲ κα[ὶ] | |
ἰς τὴν κατασκευὴν τοῦ ὑδρείου | |
τοῦ κατασκευαζομένου ἐν τῇ | |
λαμπροτάτῃ καὶ ἐνδόξῳ Σιδητῶν | |
35 | πόλι ἀργυρίου δηνάρια πεντακισ- |
χείλια. |