[ ] Pamph., E. — Aydolin Kalesi — ca. 220-240 AD
2b                  ἀγαθῆι | <τύχηι>.
1 ἡ βουλὴ καὶ ὁ δῆμος τῆς λαμπροτάτης καὶ ἐνδόξου Σιδητῶν πόλεως ἐτείμησεν vv Αὐρήλιον Μανδριανὸν Λογγεῖνον, τ̣ὸ̣[ν]
ἴδιον βουλευτήν, ἀρχιερασάμενον τῷ Σεβαστῷ εὐσεβῶς καὶ φιλοτείμως, ἐπιδόντα νομὰς βουλευταῖς τε καὶ πολείταις,
ἐπιτελέσαντα θεωρίας παρὰ τὸν καιρὸν τῆς ἀρχιερωσύνης αὐτοῦ μεγαλοπρεπῶς, ἀγωνοθετήσαντα σε̣μ̣νῶς καλουμέ̣-
5 νου ἀγῶνος Φοιβείου καὶ δόντος(!) ἐπὶ τῇ ἀγωνοθεσίᾳ αὐτοῦ διανομὰς βουλευταῖς τε καὶ πολείταις, ἀγορανομήσαντα
ἁγνῶς τριμήνου τρίτης, εἰρηναρχήσαντα ἀνδρείως καὶ ἐπιμελῶς, ἀρχισειτωνησάμενον, πρακτορεύσαντα, προθύσαν-
τα ὑπὲρ τῆς σεμνοτάτης βουλῆς, παραπέμψαντα ἱερὰς ἀννώνας εἰς τὸ Σύρων ἔθνος τρίς, συνιερασάμενον τῇ γυ-
ναικὶ αὐτοῦ Αὐρηλίᾳ Κιλλαραμωτιανῇ Ειῃ τῇ προκαθεζομένῃ θεῷ Ἀθηνᾷ πενταετηρίδι, προστατήσαντα κυνη-
γεσιῶν καὶ μονομαχιῶν τῶν καταλειφθεισῶν ὑπὸ τοῦ τῆς ἀρίστης μνήμης ὑπατικοῦ Τίτου Λικιννίου Μουκιανοῦ
ἐνδόξως καὶ μεγαλοπρεπῶς, γενόμενον καὶ ἐπιμελητὴν τοῦ ὑδρείου καὶ ἐν ἄλλαις ἐπιμελείαις πολλαῖς καὶ ὑ-
10 πηρεσίαις χρησιμεύσαντα τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις πᾶσιν ἐν τοῖς πρώτοις ἐξητασμένον· τὸν δὲ ἀνδριάντα ἀνέστη-
σεν Αὐρ. Κιλλαραμωτιανὴ Ιης ἡ γυνὴ αὐτοῦ φιλανδρίας χάριν. ❦
Search Help