[ ] Pamph., E. — Kotenna (Menteşbey--Gödene) — mid-2nd c. AD
1 ἐπεὶ ἱερεὺς δὶα βίου Διὸς
Σωτῆρος Νεοπτόλεμος
Σητου Σταναμοου, ἀνὴρ
εὐσχήμων καὶ ἀγαθός,
5 πατρὸς Σητου Σταναμο-
ου προβούλου, ἀρχιερασάμε-
νος τοῖς Σεβαστοῖς παναρέτως
καὶ ἄρξας τῆς πατρίδος ἐνδό-
ξως καὶ εἰρηναρχήσας κοσμί-
10 ως, πάσας τε τὰς λειτουργίας φι-
λοτείμως καὶ σεμνῶς τελέσας,
σώφρονά τε καὶ κόσμιον βίον
ἐπανῃρημένος ἀπὸ πρώτης
ἡλικίας μέχρι τοῦ δεῦρο, καὶ
15 τὴν θρησκείαν δὲ τὴν πρὸς
τὸν θεὸν εὐσεβῶς καὶ φιλο[τείμως]
πάντοτε θρησκεύσας, εὔλογό[ν τέ]
ἐστιν τοὺς τοιούτους ἄνδρας̣ [τῆς]
προσηκούσης τυνχάνειν τ[ειμῆς]·
20 ἔδοξε Κοτεννέων τῇ βου̣[λῇ καὶ]
τῷ δήμῳ τετειμῆσθαι α[ὐτὸν]
εἰκόνι γραπτῇ ἐν ἀσπιδίῳ [ἐπιχρύ]-
σῳ καὶ ἀνδριάντι χαλκε[ίῳ, συν]-
τετειμῆσθαί τε αὐτῷ καὶ ὅ[λον]
25 τὸν οἶκον, τὸν δὲ ἀνδριάν[τα αὐ]-
τοῦ ἀνασταθῆναι ἐν περιβόλ[ῳ τῆς]
Ἀρτέμιδος, ἢ καὶ ἐν ἑτέρῳ τό[πῳ],
ἔχοντα ἐπιγραφὴν ἀντίγρφον]
τοῦ ψηφίσματος τούτου εἰ̣[ς τὸ δῆ]-
30 λον εἶναι πᾶσιν αὐτοῦ τὴν ε̣[ἰς τὸν δῆ]-
         μον φιλαγαθίαν.
Search Help
Contact Us