[ ] Pamph., E. — Balat, nr. Çamlik — ca. 72 AD
1 Γάϊος ΤΡΩΛΛ̣ΙΟ— — —
Κακ̣λουμεύς(?), στρατολογη-
θεὶς ὑπὸ ἐπιτρόπου Ἀρουν-
τίου Ἀκύλα λεγιῶνι ϛʹ Σιδη-
5 ρ̣ᾷ καὶ στρατε[υ]σάμενος ἐπὶ Τιβε-
ρίου Κλαυδίου Καίσαρος ἔτη κζʹ
καὶ π̣ε̣ι̣θ̣α̣ρ̣χ̣ή̣σας(?) καλῶς ἀ-
πελύθη ὑπὸ Οὐεσπασιανοῦ
Καίσαρος· ․Α․ΩΙΝ δ̣ὲ̣ εἰς τὴν ἰδί-
10 αν πατρίδα κατ’ [ε]ὐχὰς ἀνέθηκ[ε]
     τὸ ἱέρ̣ω̣μ̣α Ἀπόλλωνι.
Search Help
Contact Us