[ ] Pamph. — Attaleia (Antalya) — 138 AD — BCH 10.1886.148,1 — OGI 567, IGR 3.778
1 Μ(ᾶρκον) ∙ Γάουιον Λ(ουκίου) ∙ υ(ἱὸν) ∙ Γαλλικόν̣,
ἱερέα διὰ βίου Σεβασ-
τῆς Νείκης, ἀρχιερέα
τῶν τριῶν πενταετηρ[ι]-
5 κῶν ἀγώνων καὶ ἀγωνο-
θέτην τῶν πενταετηρι-
κῶν ἐκ τῶν ἰδίων, τετει-
μημένον ὑπὸ τοῦ Σεβασ-
τοῦ ἵππῳ δημοσίῳ ἐν Ῥώ-
10 μῃ, ἐπίλεκτον κριτὴν ἐκ
τῶν ἐν Ῥώμῃ δεκουριῶν,
συνήγορον καὶ προήγορον
τῆς πατρίδος διηνεκῆ,
τετειμημένον πολειτε̣ί-
15 αις καὶ ἀνδριᾶσιν καὶ προ-
εδρίαις ὑπό τε τῶν ἐν
Παμφυλίᾳ πόλεων καὶ τῶν
ἐν Λυκίᾳ καὶ τῶν ἐν Ἀσίᾳ
ἐπὶ τε συνηγορίαις καὶ σε-
20 μνότητι, ὑπό τε κολωνε[ι]-
ῶν καὶ δήμων ἐλευθέρων,
πολλοὺς ὑπὲρ τῆς πατρί-
δος καὶ πόλεων πλείστων
ἀγῶνας εἰρηκότα ἐπί τε
25 τῶν Σεβαστῶν καὶ τῶν ἡγε-
[μ]ό̣νων, ἔπαρχον τεχνει-
τῶν, v Μ(ᾶρκος) Γάουιος Εἰρη-
ναῖος τὸν ἑαυτοῦ πάτρω-
  να καὶ εὐεργέτην.
Search Help
Contact Us