[ ] Lykao. — Misthia, SE of: Fassiler — 2nd c. AD — SEG 6.449
1 τοὺς πανκρατιαστὰς εἰδέ-
ναι μήτε ἁφῇ εἰς τὸ πάσ-
σειν χρᾶσθαι μήτε πα-
λαίσμασι, ἀλλὰ ὀρθο-
5 παιίᾳ ἀγωνίζεσθαι. ❦
τὸν ἅπαξ νεικήσαντα
καὶ λαβόντα τὸ θέμα πε-
παῦσθαι καὶ μὴ εἰς ἕτερον
ἀγώνισμα αὐθημερεὶ ἀ-
10 γωνίζεσθαι. ❦
ἐὰν εὐτυχήσῃ δοῦλος
νεικῆσαι, τοῦ θέματος
τὸ τέταρτον χωρεῖν εἰς
τοὺς συναγωνιστὰς αὐ-
15 ❦τοῦ. ❦
τοῦ αὐτοῦ δεσπότου δύο
ἢ καὶ πλείονας ἵππους
αὐθημερεὶ μὴ ἀγωνίζεσ-
❦θαι, ἀλλὰ ἕνα. ❦
Search Help