[ ] Lykao. — Ikonion (Konya) — 4th-5th c. AD
1 Αἰλία Τάτα τὸν περίβολον ἐναρχθέντα ὑπὸ Ἀρρουν[τ]ίου Διομήδους τοῦ — — —
ἀνδρὸς αὐτῆς τελέσασα, κατακειμένου τοῦ Διομήδους καὶ τοῦ υἱοῦ αὐτῶν Δόμνου
ἐν αὐτῷ, ἀφωσίωσεν καὶ εἰς τὴν ἑαυτῆς κηδείαν· οὐδενὶ δὲ ἐξέσται
ἐπεισβιάσασθαι ἢ ἐπεισενενκεῖν πτῶμα· ἐὰν δέ τις εἰσβιάσηται
5 ὑποκείσεται τῷ ἱερωτάτῳ ταμείῳ (δην.) μυρίοις πεντακιχειλίοις {²sic}².
Search Help
Contact Us