[ ]
Lykao. — Amblada (Hisar Tepesi) — Kızılca — ca. 160 BC — Swoboda, Denkmäler (1935) 33,74/5 — OGIS 751, Welles 54
1 | Ἄτταλος Ἀμλαδέων τῆι πόλει καὶ τοῖς γεραιοῖς [χα]ίρει[ν]· |
οἱ παρ’ ὑμῶν πρεσβευταὶ Ὀπρασάτης Κιλα[․․․․․․․․․]- | |
νου, Ναλαγλόας Κιλαρίου, Μεννέας συνμείξ[αν]τε[ς ἡμ]ῖν | |
[κ]αὶ [δι]αλεγέντε[ς] περὶ ὧν ἐνετετάλ[κ]ειτε αὐτοῖς ἠξίουσα[ν] | |
5 | ὅμηρά τε ὑμῶν ἀπολυθῆναι [κ]αὶ ἐν τῶι Γαλατικῶι πολέμωι |
ἃς προσωφείλετε δραχμὰς ἐνακισχιλίας ἐπισκευ[ῆς ἕκε]- | |
[κ]ε καὶ ἀπὸ τῶν δύο ταλάντων ἃ τελεῖτε κατ’ ἐνιαυτὸν [κου]- | |
φίσαι ὑμᾶς, ἐπεὶ θλιβέντες ἐμ πλείοσιν ἀσθενῶς [νῦν ἔ]- | |
χετε. θεωρῶν οὖν ὑμᾶς μετανενοηκότας τε ἐπὶ τοῖ[ς] | |
10 | προημαρτημένοις καὶ τὰ ἐπιστελλόμενα ὑφ’ ἡμῶν |
προθύμως ἐπιτελοῦντας πρόνοιαν ὑμῶν ἔ[σχον καὶ] | |
χαρισάμενος τῶι τε Ὀπρασάτ[ηι] καὶ τῆι πό[λει προσ]- | |
τέταχα ἀφελεῖν ἀπὸ τοῦ φόρου κα[ὶ] τε[λέ]σ[ματ]ος | |
[δραχ]μὰς τρισχιλίας καὶ ἄλλας δραχμὰς ἐνακισχιλίας [ἃς] | |
15 | [προσ]ωφείλετε ἡμῖν. ἀπέλυσα δὲ καὶ ὅ[μηρ]α ὑμῶν |
[— — —] |