[ ] Lykao. — Is.-Lyk. Borderl.: Dinek Serai
1 ["ὦ ξ]έν’," ἐγὼ παριόντι, "φ[ιλήκ]οε, χαῖρε̣" ἐ̣ν̣[έπ]ω̣. "τ[ίς;" "ὃς γῆν τῆσ]-
[δε χρό]ν̣οισι μακ̣[ρ]οῖ[ς] ἐφύ[τ]ευ̣εν̣ ἀρ̣ο̣[ύ]ρης." "λίσ[σομαι αὖ]-
[θι μ]ένοις." "σὺ δέ μοι χαρίσα[ι]ο προσελθὼν καὶ τ[ερ]φθε[ὶς]
[ἐπ]έεσσι μαθὼν δὲ σαφ̣ῶ̣ς ὅτι Νέστωρ Τηλ[εφί]δ̣η[ς]
5 [κρ]α̣τερὸς μετρίων χηρ̣ῶν ἐπαρωγός, παρ̣θέ[νου]
[ἐν]κρατίης ὁ διάκονος, ἐσθλὸς ὑπου̣ργὸ̣[ς Χρ(ισ)τοῦ],
[ὅλ]ης θησαυρὸς ἐπαρχίης ἐπίλεκτος, δόγ[ματος]
[οὐρ]ανίου ὁ διδάσκαλος ἠϊθέοισιν, καὶ σοφὸς [ἐν με]-
[ρόπ]εσσι δικασπόλος ἔπλετο πιστός, ἡγεμόσιν ξ[υνέδρευ]-
10 [έ τ’(?), ἴσ]ασι δὲ μυρία φῦλα· κα[ὶ] μνησθεὶς φιλότητος ἐμ[ῆς]
[κεδν][ς(?)] σοφίης τε σπεῖσο̣[ν] ἐμοὶ στενάχων, ἀπὸ σῶ[ν δὲ]
[γόω]ν πάλι χαίρων, ἡμετέρης φιλίης μεμνημένος
[ἤμα]<τ>α πάντα. τὴν σεμνὴν φιλάδελφον ἐμ̣[οὶ]
[παράκοιτ]ι̣ν ἀρίστην Τηλεφίδην {²⁷Τηλεφιδ<ῶ>ν?}²⁷ Μαμμειν [ἥ τε]
15 [ἦν γενε]ὴ ἱερέων, πισ[τ]ὴν ἐνκρατίης οἰκονόμον, ἐν̣-
[θάδ’ ὁμ]οίας μνή[μης {²⁹τείμης}²⁹ τ]ε̣ μ̣ν̣[ή]μης τε χάριν θεράπεναν Ἰ(ησο)ῦ,
[θάψας πρ(εσβύτερος) Γάι]ος, ὄχ’ ἄριστος ἐν ὕμνοις, τεῖσεν ἀπὸ σφετέ-
[ρης τέχνης, ἧς ἄλλοι ἔπειτα ἄσ]ματα καλὰ φράσουσι καὶ ἐσσομέ-
                                                   νοισ[ι πυθέσθαι]."
Search Help
Contact Us