[ ] Gal. Phryg. — Laodicea Comb. (Lādik) — Kurşunlu: Ayasma
1 Βάσσοντ̣α̣
Πλουτίωνος
ἀγαθὸν πολεί-
την ἀγορανομή-
5 σαντα ἁγνῶς κὲ
δημωφελῶς εὐ-
ώνω τειμῆ τὰ σεῖ-
τα μετρήσαντα ἐν-
δείας οὔσης ἑαυ-
10 τῶ σειτωνήσαν-
τα̣ βʹ δίχα δημοσί-
ων χρημάτων ἐ-
πιμεληθ̣έντα εἰσ-
αγωγῆς ὕδ̣ατος του
15 ἐπὶ τὸ ἐν τῆ ἀγορᾶ νύμ-
φαι[ο]ν ἀναλώμασιν
ἰδί[ο]ις ἐν πολλ[ο]ῖς
χρησιμεύοντα τῆ πόλει
κὲ μαρτυρηθέντα ψη-
20 φίσμασιν Κλ(αυδιο)λαοδικέων
ἡ βουλὴ καὶ ὁ δῆμος.
Search Help
Contact Us