[ ] Lykao. — Laodicea Comb. (Lādik) — Altınekin-Zıvarık
1 — — — — — — — — — — — — — — — —Α̣Ν̣ΙΚΗΦΟ
— — — — — — — — — — — — — ἀρ̣ίστους πολ̣-
[— — — — — — — — —] μνήμης χάριν ἐξετέλε-
[σσαν· στ]ήλῃ κατέγραψαν πόσων ἄ<θ>λων
5 [ἔ]σ̣χ̣ετο τιμή<ν>. τετράσωμον δὲ ὖκον πιστῶς
ἐκτήσατο τοῦτον χωροῦ<ν>τα σύνευνον
καὶ τέκνα πολλοαγάπητα· οὔτε γὰρ
ἐν ζωῇ οὗτοι ἐχωρίσθησαν ἄνφω
καὶ πάλιν θανόντες ἐν ἑνὶ σπηλέῳ κα-
10 τάκιντε· πόθον γὰρ μέγαν ἔσχον ἰς ἀλ-
λήλους ὁρόωντες. ἰστήλην δὲ ταύτην
θεὸς ἄφθιτος ἔστησεν αὐτός καὶ κό-
ποι οἰκῖοι καὶ τέκνων προέρεσις ἐσ-
θλή. τίς δ’ ἂν τῇ τίτλῳ ταύτῃ κακὴν χεῖ-
15 ραν προσενένκῃ, λίψη οἶκον ἔρημον
καὶ ὀρφανὰ καὶ χήραν γυναῖκαν ἀλι-
τρεύουσαν κατὰ οἶκον. ὑπὲρ μνήμης δ’ ἀ-
γαθῆς καὶ ἐπένου δόξαν ἔτευξαν.
Search Help
Contact Us