[ ] Lykao. — Laodicea Comb. (Lādik) — Yeniyayla
1 ☩ ἔνθ’ ἄλοχος πινυτὴ [ἀν]-
δρὸς κρατεροῦ ὑπόκιτ̣[ε]·
τοὔνομα Οὐεναυία π[ι]-
νυτόφρονος ἶδος ἔχ̣[ου]-
5 σα. τῆς δ’ ἤτυ χαρίεν [κὲ]
ἐράσμιον ἦτο πρόσωπ[ον]·
ὄμ̣ματ<α> δ’ ὥστε βοός. μιν[υν]-
θαδίῃ δ’ ἐτελεύτα· ὤχε̣-
το δ’ ἰς Ἀΐδαο λιποῦσ<α> φάο[ς]
10 ἠελίυο πε͂δά τε νηπίαχ̣[ον]
ἀριστῆόν τ’ ἅμα πόσιν [ἐ]-
κπάγλως ἀκάχησεν ἐπ[ὶ ἐ]-
ῶνος ἀμέρθη· αὐτὸς δ’ ἀ-
χνύμενος τήνδ’ ἰστήλη̣[ν]
15 ἀνέθηκεν. τοὔνομα δὲ̣ [πό]-
σιος Φρόντων φ[ρεσβύ]-
τερός τε μνήμης χ[άριν. ☩]
Search Help
Contact Us