[ ]
Lykao. — Laodicea Comb. (Lādik) — ca. 340 AD — Guarducci, EG IV 394
1 | Μ. Ἰού. Εὐ[γέ]νιος Κυρίλλου Κέλερος Κουησσέως βουλ(ευτὴς) |
στρατευσ[ά]μενος ἐν τῇ κατὰ Πισιδίαν ἡγεμονικῇ τάξι | |
καὶ γήμα[ς] θυγατέρα Γαΐου Νεστοριανοῦ συνκλητικοῦ | |
Φλ. Ἰ[ο]υλ. Φ[λ]αουιανὴν καὶ μετ’ ἐπιτει[μ]ίας στρατευσάμενον | |
5 | ἐν δὲ τῷ μ̣εταξὺ χρόνῳ κελεύσεως [φ]οιτησάσης ἐπὶ Μαξιμίνου |
τοὺς Χρ[ε]ιστιανοὺς θύειν καὶ μὴ ἀπα[λ]λάσσεσθαι τῆς | |
στρατεί[α]ς̣ πλείστας δὲ ὅσας βασάνου̣[ς] ὑπομείνας | |
ἐπὶ Διογέν̣ους ἡγεμόνος σπουδάσας [τ]ε ἀπαλλαγῆναι | |
τῆς στρατε̣ίας τὴν τῶν Χρειστιανῶν πίστιν φυλάσσων | |
10 | χρόνον τ[ε] βραχὺν διατρείψας ἐν τῇ Λαοδικέων πόλι |
καὶ βουλήσ̣ε̣ι τοῦ παντοκράτορος θεοῦ ἐπίσκοπος | |
κατασταθ[εὶ]ς καὶ εἴκοσι πέντε ὅλοις ἔτεσιν τὴν ἐπισκοπὴν | |
μετὰ πολ[λ]ῆς ἐπιτειμίας διοι[κ]ήσας καὶ πᾶσαν τὴν ἐκλησίαν | |
ἀνοικοδο[μ]ήσας ἀπὸ θεμελίων καὶ σύνπαντα τὸν περὶ αὐτὴν | |
15 | κόσμον τ̣ο̣ῦτ’ ἐστιν στοῶν τε καὶ τ[ετ]ραστόων καὶ |
ζωγραφιῶ̣[ν] καὶ κεντήσεων κὲ ὑδρείου καὶ προπύλου καὶ πᾶσι τοῖς | |
λιθοξοϊκοῖς ἔργοις καὶ πᾶ̣[σι ἁπ]αξαπλῶς κατασκευά[σας λειψόμε]νός τε τὸν τῶν ἀνθρώπων | |
βίον ἐποίησα ἐμαυτῷ πέ[λτα τ]ε̣ καὶ σορὸν ἐν ᾗ τὰ προ[γεγραμμένα] ταῦτα ἐποίησα ἐπιγρ<α>φῖνε | |
[εἰς κό]σ̣μον τῆς τε ἐκ[λησίας κ]ὲ τοῦ γένους μου. |