[ ] Lykao. — Laodicea Comb. (Lādik) — ca. 340 AD — Guarducci, EG IV 394
1         Μ. Ἰού. Εὐ[γέ]νιος Κυρίλλου Κέλερος Κουησσέως βουλ(ευτὴς)
        στρατευσ[ά]μενος ἐν τῇ κατὰ Πισιδίαν ἡγεμονικῇ τάξι
        καὶ γήμα[ς] θυγατέρα Γαΐου Νεστοριανοῦ συνκλητικοῦ
        Φλ. Ἰ[ο]υλ. Φ[λ]αουιανὴν καὶ μετ’ ἐπιτει[μ]ίας στρατευσάμενον
5         ἐν δὲ τῷ μ̣εταξὺ χρόνῳ κελεύσεως [φ]οιτησάσης ἐπὶ Μαξιμίνου
        τοὺς Χρ[ε]ιστιανοὺς θύειν καὶ μὴ ἀπα[λ]λάσσεσθαι τῆς
        στρατεί[α]ς̣ πλείστας δὲ ὅσας βασάνου̣[ς] ὑπομείνας
        ἐπὶ Διογέν̣ους ἡγεμόνος σπουδάσας [τ]ε ἀπαλλαγῆναι
        τῆς στρατε̣ίας τὴν τῶν Χρειστιανῶν πίστιν φυλάσσων
10         χρόνον τ[ε] βραχὺν διατρείψας ἐν τῇ Λαοδικέων πόλι
        καὶ βουλήσ̣ε̣ι τοῦ παντοκράτορος θεοῦ ἐπίσκοπος
        κατασταθ[εὶ]ς καὶ εἴκοσι πέντε ὅλοις ἔτεσιν τὴν ἐπισκοπὴν
@@@@@@@@META\ POL[L]H=S E)PITEIMI/AS DIOI[K]H/SAS KAI\ PA=SAN TH\N E)KLHSI/AN
        ἀνοικοδο[μ]ήσας ἀπὸ θεμελίων καὶ σύνπαντα τὸν περὶ αὐτὴν
15         κόσμον τ̣ο̣ῦτ’ ἐστιν στοῶν τε καὶ τ[ετ]ραστόων καὶ
        ζωγραφιῶ̣[ν] καὶ κεντήσεων κὲ ὑδρείου καὶ προπύλου καὶ πᾶσι τοῖς
λιθοξοϊκοῖς ἔργοις καὶ πᾶ̣[σι ἁπ]αξαπλῶς κατασκευά[σας λειψόμε]νός τε τὸν τῶν ἀνθρώπων
βίον ἐποίησα ἐμαυτῷ πέ[λτα τ]ε̣ καὶ σορὸν ἐν ᾗ τὰ προ[γεγραμμένα] ταῦτα ἐποίησα ἐπιγρ<α>φῖνε
[εἰς κό]σ̣μον τῆς τε ἐκ[λησίας κ]ὲ τοῦ γένους μου.
Search Help
Contact Us