[ ]
Lykao. — Laodicea Comb. (Lādik) — ca. 340 AD — Guarducci, EG IV 394
| 1 | Μ. Ἰού. Εὐ[γέ]νιος Κυρίλλου Κέλερος Κουησσέως βουλ(ευτὴς) |
| στρατευσ[ά]μενος ἐν τῇ κατὰ Πισιδίαν ἡγεμονικῇ τάξι | |
| καὶ γήμα[ς] θυγατέρα Γαΐου Νεστοριανοῦ συνκλητικοῦ | |
| Φλ. Ἰ[ο]υλ. Φ[λ]αουιανὴν καὶ μετ’ ἐπιτει[μ]ίας στρατευσάμενον | |
| 5 | ἐν δὲ τῷ μ̣εταξὺ χρόνῳ κελεύσεως [φ]οιτησάσης ἐπὶ Μαξιμίνου |
| τοὺς Χρ[ε]ιστιανοὺς θύειν καὶ μὴ ἀπα[λ]λάσσεσθαι τῆς | |
| στρατεί[α]ς̣ πλείστας δὲ ὅσας βασάνου̣[ς] ὑπομείνας | |
| ἐπὶ Διογέν̣ους ἡγεμόνος σπουδάσας [τ]ε ἀπαλλαγῆναι | |
| τῆς στρατε̣ίας τὴν τῶν Χρειστιανῶν πίστιν φυλάσσων | |
| 10 | χρόνον τ[ε] βραχὺν διατρείψας ἐν τῇ Λαοδικέων πόλι |
| καὶ βουλήσ̣ε̣ι τοῦ παντοκράτορος θεοῦ ἐπίσκοπος | |
| κατασταθ[εὶ]ς καὶ εἴκοσι πέντε ὅλοις ἔτεσιν τὴν ἐπισκοπὴν | |
| μετὰ πολ[λ]ῆς ἐπιτειμίας διοι[κ]ήσας καὶ πᾶσαν τὴν ἐκλησίαν | |
| ἀνοικοδο[μ]ήσας ἀπὸ θεμελίων καὶ σύνπαντα τὸν περὶ αὐτὴν | |
| 15 | κόσμον τ̣ο̣ῦτ’ ἐστιν στοῶν τε καὶ τ[ετ]ραστόων καὶ |
| ζωγραφιῶ̣[ν] καὶ κεντήσεων κὲ ὑδρείου καὶ προπύλου καὶ πᾶσι τοῖς | |
| λιθοξοϊκοῖς ἔργοις καὶ πᾶ̣[σι ἁπ]αξαπλῶς κατασκευά[σας λειψόμε]νός τε τὸν τῶν ἀνθρώπων | |
| βίον ἐποίησα ἐμαυτῷ πέ[λτα τ]ε̣ καὶ σορὸν ἐν ᾗ τὰ προ[γεγραμμένα] ταῦτα ἐποίησα ἐπιγρ<α>φῖνε | |
| [εἰς κό]σ̣μον τῆς τε ἐκ[λησίας κ]ὲ τοῦ γένους μου. |