[ ] Lykao., S. — Lystra (Zoldera), S. of — Aydoğmuş-Dorla — ClRev 12.1898.96+ — JHS 24.1904.261,1; SERP 47,25 — GVI 1732
1 ἡρώων πάντων Ὕλας προφερέστατος ἦε[ν],
ὃς θάνεν [ἐν] πηγῇ θέσκελος ἀθανάτοις.
ἠιθέων δ’, [ο]ἳ γῆν εὐτειχέα ναῖον Ἴσαρα
Ζηνόβιος πρόφερεν, εἴκελος Ἀελίῳ·
5 ὃν πάντες φίλεον μέροπες, ἀστοί τε ξένοι [τε]
καὶ κοῦραι θ̣α̣λ̣εραί, κάλλος ἀγασσάμεναι.
ἀλλ’ ὁ Φθόνος κακός ἐστιν, ὃς ἔκπλαγον γεγαῶ[τα]
ἐξαπίνη[ς] ἐτάνυσ<σ’>, ἔρνος [ἅ]τ’ ἠύκομον.
τοὔνεκ[α]καὶ φιλέουσα τὸν υἱέα πότνια μήτηρ
10 Ἡράκλεις [σ]ὺν παισὶ[ν] τεῦξέ οἱ ἀγλαίην.
ἔρρε κατη[φιό]ων, ἄδικε Φθόνε· ὡς ὄφελόν σε
αὐτόν γ’ [ἁντὶ τό]σ̣ου ἀθάνατοι ὀλέσαι.
Search Help
Contact Us