[ ]
Lykao., S. — Lystra (Zoldera), S. of — Aydoğmuş-Dorla — ClRev 12.1898.96+ — JHS 24.1904.261,1; SERP 47,25 — GVI 1732
1 | ἡρώων πάντων Ὕλας προφερέστατος ἦε[ν], |
ὃς θάνεν [ἐν] πηγῇ θέσκελος ἀθανάτοις. | |
ἠιθέων δ’, [ο]ἳ γῆν εὐτειχέα ναῖον Ἴσαρα | |
Ζηνόβιος πρόφερεν, εἴκελος Ἀελίῳ· | |
5 | ὃν πάντες φίλεον μέροπες, ἀστοί τε ξένοι [τε] |
καὶ κοῦραι θ̣α̣λ̣εραί, κάλλος ἀγασσάμεναι. | |
ἀλλ’ ὁ Φθόνος κακός ἐστιν, ὃς ἔκπλαγον γεγαῶ[τα] | |
ἐξαπίνη[ς] ἐτάνυσ<σ’>, ἔρνος [ἅ]τ’ ἠύκομον. | |
τοὔνεκ[α]καὶ φιλέουσα τὸν υἱέα πότνια μήτηρ | |
10 | Ἡράκλεις [σ]ὺν παισὶ[ν] τεῦξέ οἱ ἀγλαίην. |
ἔρρε κατη[φιό]ων, ἄδικε Φθόνε· ὡς ὄφελόν σε | |
αὐτόν γ’ [ἁντὶ τό]σ̣ου ἀθάνατοι ὀλέσαι. |