[ ]
Lykao. — Ikonion (Konya) — *JHS 38.1918.162,26
1 | ἀνδρειάνταν π̣[ρ̣ο]σορᾷς, φί[λε, Ζ]ωτικοὺ Εἰκων[ῆος] |
ὃς δὲ καὶ̣ ἱ̣ρότροχα ἦγ̣εν καλ̣ὴν ἰς Γ̣αλατ̣είαν̣ | |
ζεύγεσι καὶ δούλοις Ἀγαλας Μη̣νός τ’ ἐπὶ λ̣ύτ[ρ]οις | |
ἐξαγαγὼ̣ν φ̣αιόλευκον ἀλέκ̣τ̣ορ[α], δῶ̣[ρα] πόληος, | |
5 | ὃν πάντ̣ες ἐφίλησαν ὅσοι τε [φ]ιλῶ̣ς ἀγάπησαν |
σωφροσύνην γνώμην τε καὶ ἔργοις παντοίοισιν | |
οὗ χάριν ἔστησαν γονέες ὁμειρόμενο[ι] περὶ παιδός̣, | |
ὄφρα π̣ερικ̣ραύ̣του {²⁶περικλαύτου}²⁶ πένθους κ̣ουφισ̣μὸς ἔγεντο | |
Καλλίνεικος δακρυχέων ἠδ’ Ἀμ̣μ̣ία θρη̣νεύουσα, | |
10 | ἀρητ̣ῆρες Ἀχ̣αίας δήμου χάριν, τῆς δεκαμ̣ά̣ζου |
τετρακόρης τε θεᾶς πρόπολοι καὶ Διονύσου, | |
ὃς ἂν δ̣ὲ κακῶς τῷ ἀνδριάντι̣ π̣υ[ήση̣, ἢ τὸ μνῆμα σκ]ύλῃ, | |
ὄρφανα τέκνα λί[π]οιτο, χῆρο[ν] βίον, οἶκον ἔ[ρ]ημον | |
ἐν πυρὶ πάντα δάμοιτο, κακῶν ὑπὸ χεῖρας ὄλο[ιτο]. |