[ ]
Lykao. — Ikonion (Konya) — *Kaibel EG 406
| 1 | ἀνδρειάντ’ ἂν [ε]ἰσορᾶς, φί[λε, Ζ]ωτικοῦ εἰκών· |
| ὃς δεκάπρ[ω]τ[ος ἀν]ὴ[ρ] ἐν [π]α[τρίδι γῇ Γ]αλα[τ]είᾳ {λ} | |
| ζεύ[γ]εσι καὶ δούλοις ἀγαλ[λό]μενος τ’ ἐπὶ [α]ὐτοῖς | |
| ἐξάγαγ[ε]ν ⏑⏑ –⏑⏑ –⏑⏑ –⏑ πόληος | |
| 5 | ὃν πάν[τ]ες ἐφίλησαν, ὅσοι τ[ο]ί[ου]ς ἀγάπησαν |
| σωφροσύνην γνώμην τε καὶ ἔργοις παντοίοισιν· | |
| οὗ χάριν ἔστησαν γονέες ὀ[δυ]ρόμενο[ι] περὶ παιδό[ς], | |
| ὄφρα κ’ ἐρι[κλ]α[ύ]του πένθους [κ]ουφι[σ]μὸς ἔγεντο, | |
| Καλλίνεικος δακρυχέων ἰδ’ [Ἀφφ]ία θρ[η]νεύουσα, | |
| 10 | ἀρη[τ]ῆρες [Ἀχ]αίας δήμου χάριν τῆς δ[ε]κα[μά]ζου |
| Τετρακόρης τε [θ]εᾶς πρόπολοι καὶ Διονύσου. | |
| ὃς ἂν δὲ κακῶς τῷ ἀνδριάντ[ι] π[υήσ]ῃ | |
| ὄρφανα τέκνα λί[π]οιτο, χῆρο[ν] βίον, οἶκον ἔ[ρ]ημον | |
| ἐν πυρὶ πάντα δάμοιτο, κακῶν ὑπὸ χεῖρας ὄλο[ιτο]. |