[ ] Lykao. — Ikonion (Konya) — *Kaibel EG 406
1 ἀνδρειάντ’ ἂν [ε]ἰσορᾶς, φί[λε, Ζ]ωτικοῦ εἰκών·
ὃς δεκάπρ[ω]τ[ος ἀν][ρ] ἐν [π]α[τρίδι γῇ Γ]αλα[τ]είᾳ {λ}
ζεύ[γ]εσι καὶ δούλοις ἀγαλ[λό]μενος τ’ ἐπὶ [α]ὐτοῖς
ἐξάγαγ[ε]ν ⏑⏑ –⏑⏑ –⏑⏑ –⏑ πόληος
5 ὃν πάν[τ]ες ἐφίλησαν, ὅσοι τ[ο][ου]ς ἀγάπησαν
σωφροσύνην γνώμην τε καὶ ἔργοις παντοίοισιν·
οὗ χάριν ἔστησαν γονέες ὀ[δυ]ρόμενο[ι] περὶ παιδό[ς],
ὄφρα κ’ ἐρι[κλ]α[ύ]του πένθους [κ]ουφι[σ]μὸς ἔγεντο,
Καλλίνεικος δακρυχέων ἰδ’ [Ἀφφ]ία θρ[η]νεύουσα,
10 ἀρη[τ]ῆρες [Ἀχ]αίας δήμου χάριν τῆς δ[ε]κα[μά]ζου
Τετρακόρης τε [θ]εᾶς πρόπολοι καὶ Διονύσου.
ὃς ἂν δὲ κακῶς τῷ ἀνδριάντ[ι] π[υήσ]
ὄρφανα τέκνα λί[π]οιτο, χῆρο[ν] βίον, οἶκον ἔ[ρ]ημον
ἐν πυρὶ πάντα δάμοιτο, κακῶν ὑπὸ χεῖρας ὄλο[ιτο].
Search Help
Contact Us