[ ] Lyd., SE / Car. — Tripolis / Apollonia on the Maeander: Tosunlar — end 2nd-beg. 3rd c. AD
1 σορός ἐστιν Αἰλίου Χαριδήμου ἐν ᾗ κὲ ἐκήδευσεν τοὺς υἱοὺς τρεῖς,
ἐνκηδευθήσομαι δὲ καὶ αὐτός, [ἕ]τερον δὲ μηδένα· εἰ δέ τις παρὰ ταῦτα
θελήσι ποιῆσαι, θήσει τῷ ἱερω̣τ̣[ά]τῳ ταμίῳ δηνάρια δισχείλια πεντακόσια.
τούτου τὸ ἀντίγραφον ἀπετέθη εἰς τὸ ἀρχεῖον.
Search Help
Contact Us