[ ] Phryg., Ctr. — Prymnessos (Sülün) — 217-219 AD
1 Αὐρήλιος Εἰρηναῖος Ἀριστω-
νύμου ἐπεσκεύασεν τὸ προ-
γονικὸν μνημεῖον ζῶν ἑαυ-
τῷ καὶ γονεῦσι καὶ Αὐρηλίᾳ
5 Αμιᾳ τῇ ἑαυτοῦ γυναικὶ
καὶ τέκνοις Αὐρηλίῳ Παν-
μένει καὶ Αὐρηλίῳ Ἀμια-
νῷ. τὶς ἂν δὲ τούτῳ τῷ
μνημείῳ κακὸν προσποιή-
10 σει ἢ ἕτερον πτ̣ῶμα ἐπισκομί-
σει ἢ τῆς δούλης μου Κοσμίας,
ἀποτείσει τῷ ἱερωτάτῳ τα-
μείῳ δηνάρια δισχίλια πεντα-
κόσια καὶ αὐτὸς ἔστω τέκνων
15 τέκνοις ὑποκατάρατος. {τούτου}
τούτου τὸ ἀντίγραφον ἀπετέ[θη] εἰς τὰ
ἀρχ̣ε̣ῖ̣α ❦ Ἀνεικ̣ίῳ Φ̣[αύστ]ῳ ἀνθυπά[τ]ῳ̣.
Search Help
Contact Us