[ ] Phryg. — Upper Tembris Valley: Kirkpinar — 79 AD — ANRW II 18,3.1990.1977,16
1 ἐπὶ ὑπάτων Οὐεσπασιανοῦ Καί-
σαρος τὸ ἔνατον καὶ Τίτου Κα-
ίσαρος τὸ ζʹ, Σεξτιλία Ποπλί-
ου θυγάτηρ Ἡδονὴ ὑπὲρ τῶν
5 Σεβαστῶν καὶ ὑπὲρ Τίτου Φλα̣-
βίου Ἡλίου εἰρηνοφύλακος τῆς
ἐπαρχείας υἱοῦ Γλύκωνος Ἀ-
γροστεανοῦ Τειμαίου τοῦ ἑ-
αυτῆς ἀνδρὸς καὶ ὑπὲρ Τίτου
10 Φλαβίου Σεξτιλιανοῦ υἱοῦ ἰδίου Δι-
ὶ Βεννίῳ Ἀγροστεων καὶ Ζβου-
ρηας καὶ θεοῖς πατρίοις τοῖς
Ἡλίου τοῦ ἑαυτῆς ἀνδρὸς εὐ-
ξαμένη ἀνέθηκεν.
Search Help
Contact Us