[ ] Phryg. — Upper Tembris Valley: Kirkpinar — 79 AD — ANRW II 18,3.1990.1967,15
1 ἐπὶ ὑπάτων Οὐεσπασιανοῦ Καίσα-
ρος τὸ θʹ καὶ Τίτου Καίσαρος τὸ ζʹ, Τί-
τος Φλάβιος Ἥλιος Οὐεσπασια-
νοῦ Καίσαρος ἀπελεύθερος εἰρηνο-
5 φύλαξ τῆς ἐπαρχείας, υἱὸς δὲ Γλύ-
κωνος Τειμαίου Ἀγροστεα-
νοῦ, ὑπὲρ τῶν Σεβαστῶν καὶ ὑπὲρ
ἑαυτοῦ καὶ ὑπὲρ Σεξτιλίας Ποπλίου
θυγατρὸς Ἡδονῆς τῆς ἑαυτοῦ γυναικὸς
10 καὶ ὑπὲρ Τίτου Φλαβίου Σεξτιλιανοῦ
Ἡλίου υἱοῦ ἰδίου Διὶ Βεννίῳ τῆς ἑαυτοῦ πατρί-
δος Ἀγροστεων καὶ Ζβουρηας καὶ τοῖς πα-
τρίοις θεοῖς εὐξάμενος ἀνέθηκεν.
Search Help
Contact Us